Athenaeus of Naucratis, Deipnosophistae, 8.36

εἴρηται δὲ καὶ ὁ ὀψοφάγος, ὦ ἑταῖροι, καὶ τὸ ὀψοφαγεῖν. Ἀριστοφάνης ἐν Νεφέλαις δευτέραις ()· οὐδ᾽ ὀψοφαγεῖν οὐδὲ κιχλίζειν. Κηφισόδωρος Ὑί ()· οὐδ᾽ ὀψοφάγος οὐδ᾽ ἀδολέσχης. Μάχων Ἐπιστολῇ ()· ὀψοφάγος εἰμί. τοῦτο δ᾽ ἐστὶ τῆς τέχνηςθεμέλιος ἡμῖν· προσπεπονθέναι τι δεῖτὸν μὴ τὰ παραδοθέντα λυμανούμενον.ὁ πεφροντικὼς αὑτοῦ γὰρ οὐκ ἔσται κακός.ἔπειτ᾽ ἐπὰν ᾖ καθαρὰ τᾀσθητήρια,οὐκ ἂν διαμάρτοις. ἕψε καὶ γεύου πυκνά.ἅλας οὐκ ἔχει· προσένεγκ᾽. ἔτ᾽ ἐπιδεῖταί τινοςἑτέρου· πάλιν γεύου σύ, μέχρι ἂν ἡδὺς ᾖ,ὥσπερ λύραν ἐπίτειν᾽, ἕως ἂν ἁρμόσῃ.εἶθ᾽ ὁπόταν ἤδη πάντα συμφωνεῖν δοκῇ,εἴσαγε διὰ πασῶν νικολαίδας μυκόνιος. πρὸς τούτοις τοῖς ὀψοφάγοις, ἄνδρες ἑταῖροι, οἶδα καὶ τὸν παρ᾽ Ἠλείοις τιμώμενον Ὀψοφάγον Ἀπόλλωνα. μνημονεύει δὲ αὐτοῦ Πολέμων ἐν τῇ πρὸς Ἄτταλον ἐπιστολῇ (). οἶδα δὲ καὶ τὴν ἐν τῇ Πισάτιδι γραφὴν ἀνακειμένην ἐν τῷ τῆς Ἀλφειώσας Ἀρτέμιδος ἱερῷ ʽΚλεάνθους δ᾽ ἐστὶ τοῦ Κορινθίοὐ, ἐν ᾗ Ποσειδῶν πεποίηται θύννον τῷ Διὶ προσφέρων ὠδίνοντι, ὡς ἱστορεῖ Δημήτριος ἐν ὀγδόῳ Τρωικοῦ διακόσμου ().

Annotation Authors and Editors
Created by Valérie Toillon

Annotation Authors and Editors
Created by Valérie Toillon

Commentary

Note : Only the last sentences, about the picture of Zeus and Poseidon, are replicated in the original edition of the Recueil Milliet.

Annotation Authors and Editors
Created by Valérie Toillon

Bibliography

Annotation Authors and Editors
Created by Valérie Toillon