Athenaeus of Naucratis, Deipnosophistae, 12.47

περὶ δὲ τοῦ καλοῦ ΑΛΚΙΒΙΑΔΟΥ Σάτυρος ἱστορῶν () ʼ‘λέγεται, φησίν, ὅτι ἐν Ἰωνίᾳ μὲν ὢν Ἰώνων ἐφαίνετο τρυφερώτερος, ἐν Θήβαις δὲ σωμασκῶν καὶ γυμναζόμενος τῶν Θηβαίων αὐτῶν μᾶλλον Βοιώτιος, ἐν Θετταλίᾳ δὲ ἱπποτροφῶν καὶ ἡνιοχῶν τῶν Ἀλευαδῶν ἱππικώτερος, ἐν Σπάρτῃ δὲ καρτερίαν καὶ ἀφέλειαν ἐπιτηδεύων ἐνίκα τοὺς Λάκωνας, ὑπερῆρεν δὲ καὶ τὴν τῶν Θρᾳκῶν ἀκρατοποσίαν. τὴν δὲ αὑτοῦ γυναῖκα πειρῶν ὡς ἕτερος ἔπεμψεν αὐτῇ χιλίους Δαρεικούς. κάλλιστος δὲ ὢν τὴν μορφὴν κόμην τε ἔτρεφεν ἐπὶ πολὺ τῆς ἡλικίας καὶ ὑποδήματα παρηλλαγμένα ἐφόρει, ἃ ἀπ᾽ αὐτοῦ Ἀλκιβιάδες καλεῖται. ὅτε δὲ χορηγοίη πομπεύων ἐν πορφυρίδι εἰσιὼν εἰς τὸ θέατρον, ἐθαυμάζετο οὐ μόνον ὑπὸ τῶν ἀνδρῶν ἀλλὰ καὶ ὑπὸ τῶν γυναικῶν. διὸ καὶ Ἀντισθένης ὁ Σωκρατικὸς ὡς δὴ αὐτὸς αὐτόπτης γεγονὼς τοῦ Ἀλκιβιάδου ἰσχυρὸν αὐτὸν καὶ ἀνδρώδη καὶ ἀπαίδευτον καὶ τολμηρὸν καὶ ὡραῖον ἐφ᾽ ἡλικίας πάσησ γενέσθαι φησίν. εἰς δὲ τὰς ἀποδημίας ὁπότε στέλλοιτο, τέσσαρσι τῶν συμμαχίδων πόλεων ὥσπερ θεραπαίναις ἐχρῆτο. σκηνὴν μὲν γὰρ αὐτῷ Περσικὴν ἔπησσον Ἐφέσιοι, τροφὴν δὲ τοῖς ἵπποις αὐτοῦ Χῖοι παρεῖχον, ἱερεῖα δὲ παρίστασαν εἰς τὰς θυσίας καὶ κρεανομίας Κυζικηνοί, Λέσβιοι δὲ οἶνον παρεῖχον καὶ τὰ ἄλλα τὰ πρὸς τὴν καθ᾽ ἡμέραν δίαιταν. ἀφικόμενος δ᾽ Ἀθήνησιν ἐξ Ὀλυμπίας δύο πίνακας ἀνέθηκεν, Ἀγλαοφῶντος γραφήν· ὧν ὃ μὲν εἶχεν Ὀλυμπιάδα καὶ Πυθιάδα στεφανούσας αὐτόν, ἐν δὲ θατέρῳ Νεμέα ἦν καθημένη καὶ ἐπὶ τῶν γονάτων αὐτῆς Ἀλκιβιάδης, καλλίων φαινόμενος τῶν γυναικείων προσώπων. καὶ στρατηγῶν δὲ ἔτι καλὸς εἶναι ἤθελεν· ἀσπίδα γοῦν εἶχεν ἐκ χρυσοῦ καὶ ἐλέφαντος πεποιημένην, ἐφ᾽ ἧς ἦν ἐπίσημον Ἔρως κεραυνὸν ἠγκυλημένος. ἐπικωμάσας δέ ποτε ὡς Ἄνυτον ἐραστὴν ὄντα καὶ πλούσιον, συνεπικωμάζοντος αὐτῷ τῶν ἑταίρων ἑνὸς Θρασύλλου ʽτῶν πενήτων δ᾽ οὗτος ἦν̓, προπιὼν τῷ Θρασύλλῳ τὰ ἡμίση τῶν ποτηρίων τῶν ἐπὶ τῷ κυλικείῳ προκειμένων ἐκέλευσε τοὺς ἀκολούθους ἀποφέρειν πρὸς τὸν Θράσυλλον· εἶθ᾽ οὕτω φιλοφρονησάμενος τὸν Ἄνυτον ἀπηλλάσσετο. ὁ δὲ Ἄνυτος πάνυ ἐλευθερίως καὶ ἐρωτικῶς, λεγόντων τινῶν ὡς ἀγνώμονα εἴη πεποιηκὼς Ἀλκιβιάδης, ‘οὐ μὰ Δί᾽, ἔφη, ἀλλ᾽ εὐγνώμονα· ἔχων ἐξουσίαν ἅπαντα λαβεῖν τὰ ἡμίση κατέλιπεν.’

Annotation Authors and Editors
Created by Valérie Toillon

Annotation Authors and Editors
Created by Valérie Toillon

Commentary

Note : In the Recueil Milliet's original edition, A. Reinach replicated only the passage that mentions the two paintings dedicated by Alcibiades after his victory at Olympia (416-415 BCE).

Annotation Authors and Editors
Created by Valérie Toillon

Bibliography

Annotation Authors and Editors
Created by Valérie Toillon