Lucian of Samosata, Juppiter trageodeus, 32

ΗΡΑΚΛΗΣ32 δέ, ὦ πάτερ, εἰ καὶ μέτοικός εἰμι, οὐκ ὀκνήσω ὅμως τὰ δοκοῦντά μοι εἰπεῖν· ὁπόταν γὰρ ἤδη συνελθόντες διαλέγωνται, τηνικαῦτα, ἢν μὲν ὁ Τιμοκλῆς ὑπέρσχῃ, ἐάσωμεν προχωρεῖν τὴν συνουσίαν ὑπὲρ ἡμῶν, ἢν δέ τι ἑτεροῖον ἀποβαίνῃ, τότε ἤδη τὴν στοὰν αὐτὴν ἔγωγε, εἰ. δοκεῖ, διασείσας ἐμβαλῶ τῷ Δάμιδι, ὡς μὴ κατάρατος ὢν ὑβρίζῃ ἐς ἡμᾶς.ΖΕΥΣἩράκλεις, ὦ Ἡράκλεις, ἄγροικον τοῦτο εἴρηκας καὶ δεινῶς Βοιώτεον, συναπολέσας. ἑνὶ πονηρῷ τοσούτους χρηστούς, καὶ προσέτι τὴν στοὰν αὐτῷ Μαραθῶνε καὶ Μιλτιάδῃ καὶ Κυνεγείρῳ. καὶ πῶς ἂν τούτων συνεμπεσόντων οἱ ῥήτορες ἔτι ῥητορεύοιεν, τὴν μεγίστην εἰς τοὺς λόγους ὑπόθεσιν ἀφῃρημένοι; ἄλλως τε ζῶντι μέν σοι δυνατὸν ἴσως ἦν τι πρᾶξαι τοιοῦτον, ἀφ᾿ οὗ δὲ θεὸς γεγένησαι, μεμάθηκας, οἶμαι, ὡς αἱ Μοῖραι μόναι τὰ τοιαῦτα δύνανται, ἡμεῖς δὲ αὐτῶν ἄμοιροί ἐσμεν.ΗΡΑΚΛΗΣΟὐκοῦν καὶ ὁπότε τὸν λέοντα ἢ τὴν ὕδραν ἐφόνενον, αἰ Μοῖραι δι᾿ ἐμοῦ ἐκεῖνα ἔπραττον; Καὶ μάλα.ΖΕΥΣΚαὶ μάλα.ΚΡΑΚΛΗΣKαὶ νῦν ἤν τις ὑβρίζῃ εἰς ἐμὲ ἢ περισυλῶν μου τὸν νεὼν ἢ ἀνατρέπων τὸ ἄγαλμα, ἢν μὴ ταῖς Μοίραις πάλαι δεδογμένον ᾖ, οὐκ ἐπιτρίψω αὐτόν;ΖΕΥΣΟὐδαμῶς.ΗΡΑΚΛΗΣΟὐκοῦν ἄκουσον, ὦ Ζεῦ, μετὰ μετὰ παρρηςίας· ἐγὼ γάρ, ὡς ὁ κωμικὸς ἔφη, ἄγροικός εἰμι τὴν σκάφην σκάφην λέγων· εἰ τοιαῦτά ἐστι τὰ ὑμέτερα, μακρὰ χαίρειν φράσας ταῖς ἐνταῦθα τιμαῖς καὶ κνίσῃ καὶ ἱερείων αἵματι κάτειμι εἰς τὸν Ἅιδην, ὅπου με γυμνὸν τὸ τόξον ἔχοντα κἂν τὰ εἴδωλα φοβήσεται τῶν ὑπ᾿ ἐμοῦ πεφονευμένων θηρίων.

Annotation Authors and Editors
Created by Valérie Toillon

Annotation Authors and Editors
Created by Valérie Toillon

Commentary

Annotation Authors and Editors
Created by Valérie Toillon

Bibliography

Annotation Authors and Editors
Created by Valérie Toillon