Lucian of Samosata, Imagines, 7

ΠΟΛΥΣΤΡΑΤΟΣ7 Καὶ μάλιστα, ἐπειδὰν εἰς τὸ ἀκριβέστατονἀποτελεσθῇ· ἔτι γάρ, ὦ πάντων γενναιότατε,καταλέλοιπάς τι κάλλος ἔξω τοῦ ἀγάλματοςοὕτως πάντα εἰς τὸ αὐτὸ συμπεφορηκώς.ΛΥΚΙΝΟΣΤί τοῦτο;ΠΟΛΥΣΤΡΑΤΟΣOὐ τὸ 1 μικρότατον, ὦ φιλότης, εἰ μή σοι δόξειὀλίγα πρὸς εὐμορφίαν συντελεῖν χρόα καὶ τὸἑκάστῳ πρέπον, ὡς μέλανα μὲν εἶναι ἀκριβῶςὁπόσα μέλανα, λευκὰ δὲ ὅσα τοιαῦτα χρή, καὶτὸ ἐρύθημα ἐπανθεῖν καὶ τὰ τοιαῦτα· κινδυνεύειτοῦ μεγίστου ἔτι ἡμῖν προσδεῖν.ΛΥΚΙΝΟΣΠόθεν οὖν καὶ ταῦτα πορισαίμεθʼ ἄν; ἢ παρακαλέσαιμενδηλαδὴ τοὺς γραφέας, καὶ μάλισταὁπόσοι αὐτῶν ἄριστοι ἐγένοντο κεράσασθαι τὰχρώματα καὶ εὔκαιρον ποιεῖσθαι τὴν ἐπιβολὴναὐτῶν; καὶ δὴ παρακεκλήσθω Πολύγνωτος καὶΕὐφράνωρ ἐκεῖνος καὶ Ἀπελλῆς καὶ Ἀετίων·οὔτοι δὲ διελόμενοι τὸ ἔργον ὁ μὲν Εὐφράνωρχρωσάτω τὴν κόμην οἵαν τῆς Ἥρας ἔγραψεν,ὁ Πολύγνωτος δὲ ὀφρύων τὸ ἐπιπρεπὲς καὶπαρειῶν τὸ ἐνερευθὲς οἵαν τὴν Κασάνδραν ἐντῇ λέσχῃ ἐποίησεν τοῖς Δελφοῖς, καὶ ἐσθῆτα δὲοὗτος ποιησάτω εἰς τὸ λεπτότατον ἐξειργασμένην,ὡς συνεστάλθαι μὲν ὅσα χρή, διηνεμῶσθαι δὲ τὰπολλά· τὸ δὲ ἄλλο σῶμα ὁ Ἀπελλῆς δειξάτωκατὰ τὴν Πακάτην μάλιστα, μὴ ἄγαν λευκὸνἀλλὰ ἔναιμον ἁπλῶς· τὰ χείλη δὲ οἷα Ῥωξάνηςὁ Ἀετίων ποιησάτω.

Annotation Authors and Editors
Created by Valérie Toillon

Annotation Authors and Editors
Created by Valérie Toillon

Commentary

Annotation Authors and Editors
Created by Valérie Toillon

Bibliography

Annotation Authors and Editors
Created by Valérie Toillon